Isaías 54

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 54 en hebreo y español.

1Εὐφράθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ Κύριος.

2πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὸ. σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον,

3ἔτι εἷς δεξιὰ καὶ εἷς τὸ, ἀριστερὰ, ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικήσεις.

4μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰωνίον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρίας σου οὐ μὴ μνησθήσῃ.

5ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, θεὸς αὐτὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.

6οὐχ ὡς γυναῖκα καταλελειμμένην < καὶ ὀλιγόψυχον > κέκληκέν σε Κύριος, οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην· εἶπεν ὁ θεός σου.

7χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε·

8ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἠλέησά σε· εἶπεν ὃ ῥυσάμενός σε Κύριος.

9ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου

10τὰ ὅρη μεταστήσασθαι, οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὔ μὴ μεταστῇ· εἶπεν γὰρ Κύριος ἵλεώς σοι.

11Ταπεινὴ καὶ ἀκατάστατος οὗ παρεκλήθης· ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὸ. θεμέλιά σου σάπφειρον,

12καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς,

13καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

14καὶ ἐν δικαιοσύνῃ οἰκοδομηκαὶ θήσῃ· ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

15ἰδοὺ ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.

16ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι.

17πᾶν σκεῦος φθαρτόν, ἐπὶ δὲ σὲ οὐκ εὐδοκήσω· καὶ πᾶσα φωνὴ ἥ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κυρίῳ, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

Abrir Isaías 54 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario