Isaías 53

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 53 en hebreo y español.

1Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὃ Κυρίου τίνι ἀπεκαλύφθη;

2ἀνηγγείλαμεν ἐναντίον αὑτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ ἴδομεν· αὐτόν, καὶ οὒκ εἶχεν εἶδος οὐδὲ κάλλος,

3ἀλλὰ τὸ εἶδος αὐτοῦ· ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους· ἅνθρωπος ἐν πληγῇ· ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον· αὑτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

4οὗτος τὰς ἁμαρτίας φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

5αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὑτοῦ ἡμεῖς ἰάθημεν.

6πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἅνθρωπος Τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.

7καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὔκ ἀνοίγει τὸ στόμα αὑτοῦ.

8ἐν τῇ ταπεινώσει ἦ κρίσις αὐτοῦ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.

9καὶ δώσω τοὺς καὶ αὐτὸς διὰ τὸ πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὑτοῦ.

10καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ,

11δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὑτὸς ἀνοίσει.

12διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἷς θάνατον ἡ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

Abrir Isaías 53 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario