Isaías 63

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 63 en hebreo y español.

1Τίς οὗτος ὃ παραγινόμενος ἐξ Ἐδώμ, ἐρυθήματα ἱματίων ἐκ Βόσορ; οὕτως ὡραῖος ἐν στολῇ,βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

2διὰ τί σου ἐρυθρὰ τὰ, ἱμάτια, καὶ τὰ, ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

3πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὔκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἷς γῆν.

4ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὑτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.

5καὶ ἐπέβλεψα, καὶ οὐδεὶς καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.

6καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὑτῶν εἷς γῆν.

7Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν οἷς ὁ Κύριος ἀνταποδίδωσιν. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.

8καὶ εἶπεν Οὐχ ὃ λαός μου; τέκνα, καὶ οὗ μὴ ἀθετήσωσιν· καὶ ἐγένετο αὐτοῖς εἷς σωτηρίαν

9ἐκ πάσης θλίψεως. οὗ πρέσβεις οὐδὲ ἅγγελος, ἀλλ’ αὐτὸς Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὑτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

10αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον· καὶ ἐστράφη αὐτοῖς εἷς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.

11καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὅ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὅ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

12ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆ, ὅ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον.

13καὶ ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

14καὶ ὡς κτήνη διὰ πεδίου· καὶ κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

15Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

16σὺ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὔκ ἐπέγνω σύ, Κύριε, πατὴρ ῥῦσαι ἡμᾶς, ἀπ’ ἀπ᾿ τὸ ὄνομά σού ἐστιν ἐν ἡμῖν.

17τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὸ. τοὺς δούλους σου, διὰ τὰς φυλὰς Τῆς κληρονομίας σου,

18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὅρους τοῦ ἁγίου σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου.

19ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐνεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς.

Abrir Isaías 63 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario