Isaías 64

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 64 en hebreo y español.

1Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὅρη, καὶ τακήσονται

2ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

3ὅταν ποιῇς τὸ, ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὅρη.

4ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ σοῦ > , καὶ τὰ ἔργα σου ἀ ποιήσεις τοῖς ὑπομένουσιν

5συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὸ, τοῦτο ἐπλανήθημεν,

6καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη καὶ ἐξερύημεν ὥς φύλλα διὰ τὰς ἀνομίας οὕτως ἄνεμος οἴσει

7καὶ οὐκ ἔστιν ὅ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὃ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας

8Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες.

9μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

10πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών ὡς ἔρημος ἐγενήθη Ἰερουσαλήμ· εἷς κατάραν

11ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἦν ηὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρί· καυστος. καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν.

12καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχον, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

Abrir Isaías 64 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario