Job 10

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 10 en hebreo y español.

1κάμνων τῇ ψυχῇ μου. στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· λαλήσαω πικρίᾳ ψυχῆς μου συνεχόμενος.

2καὶ ἐρῶ πρὸς Κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας;

3ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῆ δὲ ἀσεβῶν προσέσχες;

4ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃς

5ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός;

6ὃτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;

7οἲδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος

8αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. μετὰ ταῦτα μεταβαλὼν με ἔπαισας.

99μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.

10ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἲσα τυρῷ ;

11δέρμα δὲ καὶ κρέα με ἐνέδυσας, ὀστέοις δέ καὶ νεύροις με ἔνειρας·

12ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.

13ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.

14ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.

15ἐάν τε γὰρ ἀσεβήσω, οἲμοι· ἐὰν δὲ δἰκαιος, οὐ δύναμαι ἀνακύψαι. πλήρης γὰρ ἀτιμίας εἰμί.

16ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις.

17ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλη μοι ἐχρήσω. ἐπήγαγες δὲ ἐπʼ ἐμέ πειρατήρια.

18ἲνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν,

19καὶ ὥσπερ οὐκ ὤν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;

20ἤ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν

21πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτινὴν καὶ γνοφεράν, (22)εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.

Abrir Job 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario