Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 9 en hebreo y español.
1῾γπολαβὼν δὲ Ἰὼβ λέγει
2Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
3ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
4σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
5ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
6ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
7ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,
8ὁ τανύσας τὸν οὐρανὸν μόνος, περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
9ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου·
10ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
11ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
12ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
13αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
14ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
15ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
16ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
17μὴ γνόφῳ με ἐκτρίψῃς πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
18οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας.
19ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
20ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
21εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ. πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
22διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
23ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
24παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;
25ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
26ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν
27ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συνκύψας τῷ προσώπῳ στενάξω.
28σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
29ἐπειδὴ δέ εἰμι ἀσεβῆς, διὰ τί οὐκ ἀπέθανον;
30ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
31ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
32οὐ γὰρ εἶ ἄνθρωπος κατʼ ἐμὲ ᾧ ἀντικρινομαι, ἳνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
33εἲθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
34ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
35καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι,
Abrir Job 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario