Job 13

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 13 en hebreo y español.

1ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοεν μου τὸ οὖς·

2καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.

3οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.

4ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες

5εἴῃ δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.

6ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δέ χειλέων μου σροσέχετε.

7πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε,

8ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8ἢ ἡποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.

9καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς; εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,

10οὐθὲν ἦττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,

11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς; ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,

12ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.

13κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,

14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χερί.

15ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·

16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.

17ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.

18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.

19τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;

20δυεῖν δέ μοι χυήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·

21τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μὴ με καταπλησσέτω.

22εἶτ᾿ ἂν καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἤ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.

23πόσαι εἰσὶν αἵ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τἰνες εἰσίν.

24διὰ τί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;

25ἤ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἤ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;

26ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας·

27ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῤίζας τῶν ποδῶν μου ἀφίκου·

28ὄ παλαιοῦται ἴσα ἀσκῷ, ἡ ὥσπερ ἱμάτιον σητόβρωτον.

Abrir Job 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario