Job 14

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 14 en hebreo y español.

1βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ἀργῆς,

2ἤ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.

3οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τούτου ἐποίησας εἰσελθῖν ἐν κρίματι ἐνώπιόν σου

4τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ; ἀλλ᾿ οὐθεἰς,

5ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς· ἀριθμητοὶ δέ μῆνες αὐτοῦ παρʼ αὐτοῦ, εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ.

6ἀπόστα ἀπʼ αὐτοῦ ἳνα ἡσυχάσῃ καὶ εὐδοκήση τὸν βίον, ὥσπερ ὁ μισθωτός. ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῤάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ·

8ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,

9ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.

10ἀνήρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.

11χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.

12ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν

13εἰ γὰρ ὄφελον ἐν ᾄδῃ με ἐφύλαξας. ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργή. καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.

14ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος. ζήσεται. συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως πάλιν γένωμαι.

15εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι. τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.

16ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·

17ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δὲ εἰ τι ἄκων παρέβην.

18καὶ πλὴν ὄρος πίπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς

19λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.

20ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας·

21πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐὸν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·

22ἀλλ᾿ ἤ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν.

Abrir Job 14 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario