Job 16

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 16 en hebreo y español.

1῾γπολαβὼν δὲ ᾿Ιὼβ λέγει

2Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτοπες κακῶν πάντες.

3τί γάρ; μὴ τάξις ἐσὶν ῥήμασιν πνεύματος; ἤ τί παρακλήτορες κακῶν πάντες. ἤ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;

4κἀγὼ καθʼ ὑμᾶς λαλήσω. εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς.

5εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.

6εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου. κίνησιν δέ χειλέων οὐ φείσομαι.

7ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;

8νῦυ δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,

9καὶ ἐπελάβου μου· ⁹εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.

10ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας. βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσεν.

11ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.

12παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου. ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με.

13εἰρηνεύοντα διεσκέδασέν με· λαβὠν με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν.

14ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·

15κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μέ δυνάμενοι

16σάκκον ἔραψαν ἐπὶ βύρσης μου. τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.

17ἡ γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά·

18ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.

19γῆ, μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου. μηδὲ εἵη τόπος τῇ κραυγῇ μου.

20καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.

21ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.

22εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.

23ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾖ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι.

35ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.

Abrir Job 16 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario