Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 17 en hebreo y español.
1ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
2λίσσομαι κάμνων, καὶ τί ποιήσας;
3ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι· τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
4ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
5τῇ μερίδι ἀναγγελεῖ κακίας. ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.
6ἔθοῦ δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην·
7πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
8θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
9σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
10οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή. οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
11αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου·
12νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
13ἐὰν γὰρ ὑπομείνω, ᾔδης μου ὁ οἶκος. ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
14θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
15ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἤ τὰ ἀγαθά μου ὄψομαι
16ἤ μετʼ ἐμοῦ εἰς ᾄδην καταβήσονται. ἤ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;
Abrir Job 17 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario