Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 2 en hebreo y español.
1Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου.
2καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου Διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι.
3εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον Προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ; ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. οὐ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέοαι ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας τὰ ἁπάρχοντα αὐτοῦ κενῆς ἀπολέσαι.
4ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ Δἐρμα ὑπέρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει.
5οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦεἰ lμὴν εἰς πρόσωπόν σε εὐλογήσει.
6εἶνεν δὲ ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ παραδίδωμί σοι αὐμόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.
7ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου. καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως
8κμὶ ἔλαβεν ὄστρακον ἵνα τὸν χῶρα ξύῃ. κεφαλῆς. καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
9χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Μέχρι τίνος καρτερήσεις λέγων
9aᵃἸδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου
9bbἰβοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι. σὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.
9ccσύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴδριος·
9ddκἀγὼ πλανωμένη καὶ λάτρις. τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν αἵ με υῦν συνέχουσιν. ἀλλὰ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα.
10ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ Ὤσπερ μία τῶν ἀφρόναν γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὐποί σομεν ; ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσαὶ αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίν τοῦ θεοῦ.
11Ἀκούσαντες δὲ οἱ πρεῖς φίῦλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν, Ἐλειφὰζ ὁ Θιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μειναίων βασιλεὺς· καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
12ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν, ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν, καὶ καταπασάμενοι γῆν.
13παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινοὴν οὖσαν καὶ μεγάλην σφόδρα.
Abrir Job 2 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario