Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 3 en hebreo y español.
1Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ
2λέγων
3Ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
4ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5ἐκλάβοι δέ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος.
6καταραθείη ἡ ἡμέρα ⁶καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδέ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
7ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·
8ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
9σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.
10ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
11δμὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησας ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόρην
12ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
13νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην
14μετὰ βασιλέων βουλευτῶν γῆς. οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν,
15ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
16ἢ ὣσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ἢ ὥσπερ νήπιοι οἱ οὐκ εἶδον φῶς.
17ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς. ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
18ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.
19μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
20ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ;
21οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς·
22περιχαρεῖς δέ ἐγένοντο ἐὰν κατατύχωσιν.
23θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ θεὸς κατʼ αὐτοῦ.
24πρὸ γὰρ τῶν σίταων μου στεναγμὸς ἤκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
25φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
26οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή.
Abrir Job 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario