Job 20

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 20 en hebreo y español.

1῾γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει

2Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα· καὶ οὐχὶ συνίετε μᾶλλον ἤ καὶ ἐγώ.

3παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκριθήσεταί μοι.

4μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφʼ οὖ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;

5εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δέ παρανόμων ἀπώλεια·

6ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.

7ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;

8ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν·

9ὀφθαλμὸς παρέβλεψεν, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.

10τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δέ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύναις.

11ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.

12ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ,

13οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν· καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,

14καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.

15πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.

16θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.

17μὴ δοι ἴμελξιν νομάδων μηδέ νομὰς μέλιτος καὶ βουτύρου.

18εἰς κενὰ καὶ μάταια ἐκοπίασεν, πλοῦτον ἐξ οὗ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.

19πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασεν· δίαιταν δὲ ἥρπασεν, καὶ οὐκ ἔστησεν.

20οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.

21οὐκ ἔστιν ὑπόλιμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.

22ὅταν δὲ δοκῆ ᾔδη πεπληρῶσθαι, θλβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.

23εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς. νίψαι ἐπʼ αὐτὸν ὀδύνας·

24καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·

25διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· ἐπʼ αὐτῷ φόβοι,

26πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.

27ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.

28ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπωλία εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.

29αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

Abrir Job 20 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario