Job 19

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 19 en hebreo y español.

1῾ Υπολαβὼν δὲ ᾿ Ιὼβ λέγει

2Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτε με λόγοις;

3γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.

4ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος,

4aλαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.

5ἔα δὲ ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε· ἐνάλλεσθε δέ μοι ὀνείδει.

6γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν.

7ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.

8κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.

9τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου.

10διέσπασέν με κύκλῳ καὶ ᾠχόμην. ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.

11δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.

12ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.

13ἀπ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἤ ἐμἐ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.

14οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.

15γείτονες οἰκίας θεράπαιναί τε μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.

16θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·

17στόμα δέ μου ἐδέετο, 17 καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·

18οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με· ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.

19ἐβδελύξαντό με οἱ ἰδόντες με· οὕς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.

20ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.

21ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλου χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.

22διὸ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος. ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;

23τίς γὰρ ἂν δώη γραφῆναι τὰ ῥήματά μου. τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,

24ἐν γραφίῳ σιδηρῷ καὶ μολίβῳ;

25οἴδα γὰρ ὅτι ἀέναος ἐστιν ὁ ἐκλύειν με μέλλων·

26ἐπὶ γῆς ⁶ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,

27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος. πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.

28εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·

29εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.

Abrir Job 19 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario