Job 33

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 33 en hebreo y español.

1οὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου. καὶ λαλιὰν ἐνωτίζου μου·

2ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου.

3καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.

4πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.

5ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.

6ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ· ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.

7οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.

8χλὴν εἶπας ἐν ὠσίν μου, φωνὴν ῥημάτων ἀκήκοα

9διότι λέγεις Καθαρός εἰμι, οὐχ ἁμαρτών· ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.

10μέμψιν δὲ κατʼ ἐμοῦ εὖρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον·

11ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου. ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς.

12πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.

13λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοέν μου πᾶν ῥῆμα

14ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. ἐν δὲ τῷ δευτέρῳ·

15ἐνύπνιον, ἤ ἐν μελέτῃ νυκτερινῇ. ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης·

16τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.

17ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας· τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.

18ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολεμῇ.

19πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης. καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν·

20πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·

21ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά.

22ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἥδε ἡ ςωὴ αὐταῦ ν ᾅδῃ·

23ἐὰν ὢσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἶς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν. ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριρν, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,

24ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·

25ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.

26εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.

27εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.

28σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται.

29ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός·

30ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.

31ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.

33εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον, καὶ διδάξω σε.

Abrir Job 33 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario