Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 34 en hebreo y español.
1῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
2Ἀκούσατέ μου, σοφοί ἐπιστάμενοι, ἐνωτίζεσθε·
3ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
4κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
5ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
6ἐψεύσατο δὲ τῷ κρίματί μου· βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
7τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;
8οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα, τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.
9μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.
10διό, συνετοὶ καρδίας, ἀκούσατέ μου Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι, καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·
11ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
12οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἤ ὁ παντοκράτωρ ταράξει κρίσιν,
13ὅς ἐποίησεν τὴν γῆν τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;
14εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,
15τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.
16εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.
17ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς, ὄντα αἰώνιον δίκαιον.
18ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς. Ἀσεβέστατε, τοῖς ἄρχουσιν·
19ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα αὐτῶν.
20κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.
21αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·
22οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
23ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι. ὁ γὰρ κύριος πάντας ἐφορᾷ,
24ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
25ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.
26ἔσβεσεν δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·
27δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν.
28τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων. καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
29καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεταις καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·
30βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
31ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ
32ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
33μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν, ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον.
34διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
35Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.
36οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
37ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν, ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα ἐναντίον τοῦ κυρίου.
Abrir Job 34 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario