Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 36 en hebreo y español.
1Προσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει
2Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθεἰς
4καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις.
5γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύι καρδίας
6ἀσεβῆ οὐ μὴ ζωοποιήσει, καὶ κρίμα πτωχῶν δώσει.
7οὐκ ἀφελεῖ ἀπὸ δικαἰου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
8καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας·
9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
11ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
12ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
15ἀνθ᾿ ὧν ἔδλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πρᾳέων ἐκθήσει.
16καὶ προσεπιηπάτησέν σε ἐκ στόματος ἐχθροῦ ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα.
18θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, δι ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις.
19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄνταων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
20μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν·
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄδικα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
22δοῦ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατʼ αὐτὸν δυνάστης;
23τἰε δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργας ἡ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
24μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα ὧν ρξαν ἄνδρες·
25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
26δοῦ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθαἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
28ὄυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ.
28aᵃ ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν.
28bᵇἐπὶ ὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος
29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
30ἰδοὸ ἐκτενεῖ ἐπʼ αὐτὸν ἡ ᾠδή, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἀκούοντι.
32ἐπὶ χειρῶν ἐκάλυψεν φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· Κύριος κτῆσις καὶ περὶ ἀδικίας.
Abrir Job 36 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario