Job 37

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 37 en hebreo y español.

1καὶ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.

2ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου. καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.

3ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.

4ὀπίσω αὐτοῦ βοήσεται φωνῇ. βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ· καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσῃ φωνὴν αὐτοῦ.

5βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια, ἐποἰησεν γὰρ μεγάλα ἃ οὐκ ἤδειμεν·

6συντάσσων χιόνι Γἰνου ἐπὶ τῆς γῆς. καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.

7ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἴνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.

8εοῆλθεν δὲ θηρία ὑπὸ σκέπην. ἡσύχασαν δὲ ἐπὶ κοίτης.

9ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.

10καὶ ἀπὸ πνοῆς Ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·

11καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. διασκορπιεῖ νέφος φῶς αὐτοῦ.

12καὶ αὐτὸς κυλκώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν· πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς,

13ἐάν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.

14ἐνωτίζου ταῦτα, Ἰὼβ· στῆθι, νουθετούμενος δύναμιν Κυρίου.

15οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ, φῶς ποιήσας ἐκ σκότους.

16ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.

17σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.

18στερεώσεις μετʼ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.

19διὰ τἰ δἰδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες.

20μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἴνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;

21πᾶσιν δʼ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρʼ αὐτοῦ ἐπὶ νεφῶν.

22ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος.

23καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;

24διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωπο. φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοί καρδίᾳ.

Abrir Job 37 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario