Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 39 en hebreo y español.
1εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδίνας ἐλάφων;
2ἠρίθμησας δέ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδίνας δὲ αὐτῶν ἔλυσας
3ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδἰα ἔξω φόβου ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;
4ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
5τς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τἰς ἔλοσεν;
6ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα.
7καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,
8κατασκέψεται ὄρη, νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
9βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σους;
10δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;
11πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
12πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἄλωνα;
13πτέρυξ τερπομένων, ἐὰν συλλάβῃ ἀσίδα καὶ νεσσά·
14ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει
15καὶ ἐπελάθοντο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει.
16ἀπεσκλήρυνεν τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου.
17ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν, καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
18κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
19ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν. ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;
20περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμης
21ἀνορύσσων ἐν πεδίῳ γαυρξ. ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
22συναντῶν βασιλεῖ καταγελῶ, καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου.
23ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα.
24καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.
25σάλπιγγος δέ σημαινούσης λέγει Εὖγε· πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἄλματι καὶ κραυγῇ
26ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἔστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς νότον
27ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτου (28)καθεσθεὶς αὐλἰζεται,
28ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφω;
29ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·
30νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται.
31Καὶ ἀπεκρίθη Κύριος ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν
32Μὴ κρίσιν μετὰ Ἱκανοῦ ἐκκλινεῖς ἐλέγχων δὲ θεὸν ἀποκριθήσεται αὐτήν;
33Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ
34Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριων. ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου.
35ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
Abrir Job 39 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario