Job 40

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 40 en hebreo y español.

1Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους

2Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·

3μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἡ ἵνα ἀναφανῇς δίκαιος

4ἣ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾶς;

5ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι.

6ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ. πᾶν δὲ ὑβριστὴν ταπείνωσον,

7ὑπερήφανον δὲ σβέσον· σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.

8κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·

9ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶ

10ἀλλὰ δὴ ἰδοὺ δὴ θηρία παρὰ σοί, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.

11ἰδοὸ δὴ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύι. ἡ δὲ δύναμις ἐπʼ ὀμφαλοῦ γαστρός·

12ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·

13αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.

14τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.

15ἐπελθὰλν δὲ ἐπʼ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·

16ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται. παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·

17σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις. καὶ κλῶνες ἀγροῦ.

18ἐὰν γένηται πλήμμυρα. οὐ μὴ ασθηθῆ, πέποιθευ ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ·

19ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῤῖνα;

20ἄξεις δὲ δράκοντα ἐν ἀγκίστοῳ. περιθήσεις δὲ φορβεάν περὶ ῥἴνα αὐτοῦ;

21εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦς

22λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς

23θήσεται διαθήκην μετὰ σοῦ; λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;

24παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳς

25ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;

26χῆν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκαοσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἀλιέαων κεφαλὴν αὐτοῦ.

27ἐπιθήσει δὲ αὐτῷ χείρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ.

Abrir Job 40 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario