Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 4 en hebreo y español.
1Ὑπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
2Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ όημάτων σου τίς ὑποίσεις
3εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,
4ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας·
5ωῦν δὲ ἥκει ἐπὶ σέ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.5
6πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ, καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;
7μνήσθητι οὖν τίς καθαρὸς ὧν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόριζοι ἀπώλοντο
8καθʼ ὃν τρόπον ἴδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα· οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
9ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
10σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δέ δρακόντων ἐσβέσθη.
11μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
12εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ
13φόβος δὲ καὶ ἠχὼ νυκτερινή. ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,
14φρίκη μοι συνήντησεν καὶ τρόμος, καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,
15καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
16ἀνέστην, καὶ οὐκ ἐπέγνων· ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου. ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον
17Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
18εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·
19τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὦν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὑτοὺς σητὸς τρόπον.
20καὶ ἀπὸ πρωίθεν μέχρι ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
21ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
Abrir Job 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario