Job 42

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 42 en hebreo y español.

1‘Υπολαβὼν δὲ Ἰὰὼβ λέγει τῷ κυρίῳ

2Οὐδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.

3τίς γάρ ἐστιν ὁ κρύπταανν σε βουλήν; φειδόμενος δέ ῥημάτων, καὶ σέ οἴεται κρύπτειν; τἰς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἡπιστάμηνς

4ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ, σὺ δέ με δἰδαξον.

5ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε.

6διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐγὼ ἐμαυτὸν γῆν καὶ σποδόν.

7Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ, εἶπεν ὁ κύριος Ἐλειφὰς τῷ βαιμανείτῃ Ἰμαρτες σὺ καὶ οἱ φίλοι σου·, οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὥσπερ ὁ θεράπων μου Ἰὼβ.

8νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει καρπώσεις περὶ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν. ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ ἀληθές.

9ἐπορεύθη δὲ Ἐλειφὰς ὁ Φαιμανείτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σαωφὰρ ὁ Μειναῖος, καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος· καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ.

10ὁ δὲ κύριος ηὔξησεν τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἧν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.

11ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ᾖλθον πρὸς αὐτόν. καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου.

12ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἐξακισχίλιαι, ζεύγε βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλωι.

13γεννῶνται δὲ αὐτῷ υἱρὶ ἑππὰ καὶ θυγατέρες τρεῖς·

14καὶ ἐκάλεσεν τὴν ρέν πρώτην Ἱμέραν, τὴν δὲ δευτέρου Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας·

15καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπʼ οὐρανόν· ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.

16ἔζησεν δὲ Ἰὼβ μεπὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσεράκοντα· καὶ ἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάυ·

17καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.

17aαγέγραπται δὲ αὐτὸν πάλιν ἀυαστήσεσθαι μεθʼ ὧν ὁ κύριος ἀνίστησιν.

17bᵇ Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μέν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας· προυπῆρχεν δὲ αὐτῷ ὄνομα Ἰωβάβ.

17ccλαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ᾧ ὄνομα Ἐνών· ἦν δὲ αὐτὸς πατρὸς μῖν Ζάρε, ἐκ τῶν Ἠσοὺ υἱῶν υἱός, μητρὸς δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.

17dκαὶ οὗτοι οἱ βασρλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεὼρ, καὶ ὄνομα τῆ πόλει αὐτοῦ Δεννάβα· μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον Ἀσὸμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς θαιμι νείτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιάμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ.

17eεοἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι Ἐλειφὰς τῶν σαὸ υἱὼν, θαιμονῶν βασιλεύς. Βαλδὰδ ὁ Σαυχαίων τύραννος. Σωφὰρ ὁ Μειναίων βασιλεύς.

Abrir Job 42 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario