Job 41

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 41 en hebreo y español.

1οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας (²) οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι

2τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,

3οὐ σιωπήσομαι διʼ αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.

4τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεαος αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;

5πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος.

6τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος·

7εἰς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·

8ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν.

9ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.

10ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.

11ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων·

12ἡ ψυχὴ αὐτοῦ ἄνθρακες. φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται

13ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλἰζεται δύναμις. ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία.

14σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται καταχέει ἐπʼ αὐτόν, οὐ σαλευθήσεται.

15ἡ καρδἰα αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.

16στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις.

17ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ καὶ θώρακα·

18ἤγηται μὶν γὰρ σίδηρον ἄχυρα. χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν.

19οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον· ἥγηται μέν πετροβόλον χόρθον,

20ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελῶ δὲ σεισμοῦ πυρφόρου.

21ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. πᾶς δέ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.

22ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλιπτρον,

23τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· λογίσατο ἄβυσσον εἰς περίπατον.

24οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·

25πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Abrir Job 41 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario