Job 6

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 6 en hebreo y español.

1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει

2Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ἀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,

3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ᾿ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα.

4βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα, ὅταν ἄρξωμαι λαλεῖνἵκεντοῦσί με.

5τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἡ τὰ σῖτα ζητῶνς εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;

6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;

7οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὄργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.

8εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.

9ἀρξάμενος ὁ κύριος τρωσάταν με, εἰς τέλος δὲ μή με ἀνελέτω.

10εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπʼ αὐτῆς. οὐ φείσομαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.

11τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή

12μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους; ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;

13ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·; βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.

14ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.

15οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων. ἢ ὥσπερ κῦμα παρῆλθόν με·

16οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·

17καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·

18οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.

19ἴδετε ὁδοὺς Θαιμανῶν. ἀτραποὐς Σαβῶν οἱ διορῶντες·

20καὶ αἰσχύνην ὀφειλήσουσιμν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.

21ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.

22τί γάρ; μή τι ὑμᾶς ἤτησα.

23ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, ²³ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;

24διδάξατέ με. ἐγὼ δὲ κωφεύσω· εἰ τι πεπλάνημαι, φράσατέ μοι.

25ἀλλ᾿ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι

26οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.

27πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.

28νυνὶ δὲ εἰσβλέψας εἰς πρόσανπα ὑμῶν οὐ ψεύσομαι.

29καθίσατε δὴ καὶ μὴ εἲη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.

30οὐ γάρ ἐστν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;

Abrir Job 6 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario