Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 7 en hebreo y español.
1πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
2ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
3οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
4ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα; ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
5φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
6ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
7μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
8οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,
9ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,
10οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
11ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου. λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν
13εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου. ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·
14ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις. ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου. ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
16οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσωἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.
17τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;
18ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωί, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
19ἔως τἰνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃς
20εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διὰ τἰ ἔθου με κατεντευκτὴν σου, εἱμὶ δὲ ἐπὶ σοὶ φορτίον;
21καὶ διὰ τί οὐκ ἐποιαὴσαν τῆς ἀνομίας μου λήθην καὶ καθαρμσμὸν τῆς ἁμαρτίὼς μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.
Abrir Job 7 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario