Números 24

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 24 en hebreo y español.

1Βαλαὰμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψεν τὸ πρόσωπον εἰς τὴν ἔρημον.

2καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ.

3καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,

4φησὶν ἀκούων λόγια θεοῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

5ὡς καλοί σου οἱ οἶκοι, ᾿Ιακώβ, αἱ σκηναί σου, Ἰσραήλ·

6ὡς νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμῶν· καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα.

7ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.

8θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῶ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖν, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.

9κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν ; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.

10καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαάμ, καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ. καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.

11νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα τιμήσω σε, καὶ νῦν ἐστέρεσέν σε κύριος τῆς δόξης.

12καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς μὲ ἐλάλησα λέγων

13᾿Εάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ· ὃσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ.

14καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.

15καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,

16ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ῾Υψίστου, καὶ ὅρασιν θεοῦ ἰδών, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

17δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.

18καὶ ἱστᾶι ᾿Εδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύι.

19καὶ έξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.

20καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.

21καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,

22καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας, Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.

23καὶ ἰδὼν Ὤγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν *Ὤ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;

24καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων, καὶ κακώσουσιν ᾿Ασσούρ, καὶ κακώσουσιν ᾿Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.

25καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς ἑαυτόν.

Abrir Números 24 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario