Números 25

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 25 en hebreo y español.

1Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σάττειν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς Θυγατέρας Μωάβ.

2καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔψαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν,

3καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ ᾿Ισραήλ.

4καὶ εἶπεν τῷ Μωυσῇ Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παρααὐτοὺς Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ ᾿Ισραήλ.

5καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ Αποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ ΒεελΦεγώρ.

6καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανεῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

7καὶ ἰδὼν Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ

8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν ᾿Ισραηλείτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ᾿Ισραήλ.

9καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

10Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

11Φινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραήλ ἐν τῷ τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου.

12οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,

13καὶ ἔσται αὐτῶ καὶ τῶ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατίας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ.

14τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου τοῦ ὅς ἐπλήγη μετὰ τῆς Μαδιανείτιδος, Ζαμβρεί, υἱὸς Σαλμών, οἴκου πατριᾶς τῶν Συμεών·

15καὶ ὄνομα τῇ γυναικὶ τῆ είτιδι τῇ πεπληγυίᾳ Χασβεί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμόθ· οἴκου πατριᾶς ἐστιν τῶν Μαδιάν.

16καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων

17᾿Εχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,

18ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα; δολιοῦσιν ὑμᾶς διὰ Φογώρ, κα διὰ Χασβεὶ θυγατέρα ἄρχοντος Μαδιὰν ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῆ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.

Abrir Números 25 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario