Números 8

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 8 en hebreo y español.

1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

2Λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.

3καὶ οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς ἐξῆψεν τοὺς λύχνους αὐτῆς.

4καὶ αὕτη ἡ κατασκευὴ τῆς στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.

5Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

6Λάβε τοὺς ἐκ μέσου υἱῶν Ἰσραὴλ καὶ ἀφαγνιεῖς αὐτούς.

7καὶ οὕτως αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.

8καὶ λήλψονται μόσχον ἓνα ἐκ βοῶν κα τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας.

9καὶ προσάξεις τοὺς Λευείτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·

10καὶ προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευείτας·

11καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Τυρίου παρὰ τῶν υἱῶν Ἐσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Τυρίου.

12οἱ δὲ Λευεῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν.

13καὶ στήσεις τοὺς Λευείτας ἔναντι κυρίου, ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου·

14καὶ διαστελεῖς τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί.

15καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευεῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτούς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου.

16ὃτι απόδομα ἀποδεδομένοι οὑτοιὶ μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων τῶν ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.

17ὃτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῆ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοί.

18καὶ ἔλαβον τοὺς Λευείτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραὴλ.

19καὶ ἀπέδωκα τοὺς Λευείτας ἀπόδομα δεδομένους Ἀαρὼν κοὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ· καὶ οὐκ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.

20καὶ ἐποίησεν Μωυσῆς καὶ Ἀαρὼμ καὶ πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευείταις, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν· οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.

21καὶ ἡγνίσαντο οἱ Λευεῖται κοὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.

22καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευεῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευειτῶν, οὕτως ἐποίησαν αὐτοῖς.

23καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

24Τοῦτό ἐστιν τὸ περὶ τῶν Λευειτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·

25καὶ πεντηκονταετοῦς ἀποστήσεται τῆς λειτουργίας καὶ οὐκ ἐργάζεται ἔτι,

26καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργάζεται. οὕτως ποιήσεις τοῖς Λευείταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

Abrir Números 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario