Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Números 9 en hebreo y español.
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σεινὰ ἐν τῶ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων
2Εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα καθ’ ὥραν αὐτοῦ·
3τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς, κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύνκρισιν αὐτοῦ ποιήσεις αὐτό.
4καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα,
5ἐναρχομένου τ‘ῆ τεσσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ ἐρήμῳ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ.
6καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
7καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ κατὰ αὐτοῦ ἐν μέσῳ υἰῶν Ἰσραὴλ;
8καὶ εἶπεν Μωυσῆς πρὸς αὐτούς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται κύριος περὶ ὑμῶν.
9Καὶ ἐλάλησεν πρὸς πρὸς Μωυσῆν λέγων
10Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ανθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα κυρίῳ·
11ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρε ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό. ἐπ’ ἀζύμων καὶ πικρ φάγονται αὐτό,
12οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, ὀστοῦν οὐ συντρίψουσιν ἀπ’ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ ποιήσουσιν αὐτό.
13καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρᾷ οὐκ καὶ καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος.
14ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ τὸ πάσχα κυρίῳ, κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τῆ αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῆς γῆς.
15Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.
16οὓτως ἐγίνετο διὰ παντός, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.
17καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραὴλ· καὶ ἐν τῶ τόπω οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραὴλ.
18διὰ προστάγματος κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ. διὰ κυρίου ἀπαροῦσιν· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ.
19καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ θεοῦ καὶ οὐ μὴ ἐξάρωσιν·
20καὶ ἔσται ὅταν σκεπάσῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς κυρίου παρεμβαλοῦσιν καὶ διὰ προστάγματος Τυρίου ἀπαροῦσιν.
21καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ’ ἑσπέρας ἕως πρωί, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν, ἡμέρας ἢ νυκτός.
22μηνός, λοῦσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οὐ μὴ ἀπάρωσιν.
23ὃτι διὰ προστάγματος Κυρίου ἀπαροῦσιν, τὴν φυλακὴν κυρίου ἢν ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ.
Abrir Números 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario