Proverbios 5

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Proverbios 5 en hebreo y español.

1Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,

2ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.

3μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·

4ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.

5τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν, τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται

6ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.

7νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.

8μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·

9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν·

10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·

11καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,

12καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·

13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με. οὐδὲ παρέβαλλον τὸ οὖς μου·

14παρʼ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.

15πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

16μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς. εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·

17ἔστω σοι μόνα ὑπάρχοντα. καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·

18ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.

19ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.

20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν. μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·

21ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.

22παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται

23οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.

Abrir Proverbios 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario