Proverbios 6

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Proverbios 6 en hebreo y español.

1Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ.

2παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

3ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον· ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω.

4μὴ δῷς ὕπνον σοῖς ὄμμασιν, μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις.

5ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

6Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος·

7ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδέ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὤν,

8ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.

8aαἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστιν, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·

8bᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·

8cκαίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.

9ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ

10ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·

11εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.

11aἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

12Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

13ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί διδάσκει δέ ἐννεύμασιν δακτύλων·

14διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ· ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.

15διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ. διακοπὴ καὶ συντριβὴ ἀνίατος·

16ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·

17ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου,

18καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.

19ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

20Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

21ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός, καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.

22ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.

23ὅτι λύχνος ἐντολὴ νόμου. καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,

24τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

25μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.

26τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

27ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;

28ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει

29οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον· οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

30οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

31ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·

32ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,

33ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει· τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

34μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·

35οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

Abrir Proverbios 6 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario