Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 138 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
2σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου. σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
3τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδοὺς μου πρόιδες,
4ὅτι οὐκ ἔστιν λόγος ἄδικος ἐν γλώσσῃ μουυ· ἰδού, Κύριε, σὺ ἔγνως πάντα
5τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
6ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
7ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
8Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σύ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει·
9ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
10καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
11καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
12ὡς τὸ σκέτος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
13ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
14ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχὴ μου γινώσκει σφόδρα.
15οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς·
16τὸ ἀκατέργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς.
17ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
18ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπέρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
19ἐὸν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός· ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπʼ ἐμοῦ.
20ὅτι ἔρεις εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
21οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
22χέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
23δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου·
24καὶ ἴδε εἰ ἴδες ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
Abrir Salmos 138 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario