Salmos 139

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 139 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.

2Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.

3οἵταες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·

4ἠκόνησαν γλῶσσαν αὐτῶν ῶσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.

5φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με. οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·

6ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου· ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.

7εἶπα τῷ κυρίῳ Φεός μου εἶ ού· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεως μου.

8Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.

9μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελργίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μὴ ποτε ὑψωθῶσιν. διάψαλμα·

10ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.

11πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς. καὶ καταβαλεῖς αὐτούς. ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν·

12ἄυδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.

13ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων.

14πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.

Abrir Salmos 139 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario