Salmos 144

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 144 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ὑψώσω σε, ὁ θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

2καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου.

3μέγας ὁ κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.

4γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιαν·

5καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν, καὶ τὰ θαυμάσιά σου διηγήσονται·

6καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν. καὶ τὴν μεγαλωσύνην σου, διηγήσομαι αὐτὴν, καὶ τὴν δυναστείαν σου λαλήσουσιν.

7μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.

8οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος·

9χρηστὸς Κύριος τοῖς ὑπομένουσιν, καὶ οἱ οἰκτειρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.

10ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοἰ σου εὐλογησάτωσάν σε·

11δόξαν τῆς βασιλείας σου ἐροῦσιν, καὶ τὴν δυναστείαν σου λαλήσουσιν,

12τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.

13ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

14πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.

15Ανεσις τοῦ Δαυείδ. οἱ ὀφθαλμοὶ πάντων εἰς σε ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ·

16ἀνοίγεις σὺ τὰς χεῖράς σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.

17δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ.

18ἐγγὺς Κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸυ ἐν ἀληθεία·

19θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς.

20φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει.

21αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Abrir Salmos 144 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario