Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 145 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Αἴνει, ἡ ψυχὴ μου, τὸν κύριον·
2αἰὰέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.
3μὴ πεποίθατε ἐπʼ ἄρχοντας καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία·
4ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·
6τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
7ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν. Κύριος λύει πεπεδημένους·
8Κύρος ἀνορθοῖ κατερραγμένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀγαπᾷ δικαίους·
9Κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
10βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
21Ἁλληλουιά· Ἀγγαίου καὶ Ζαχαρίου.
Abrir Salmos 145 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario