Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 146 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
2οἰκοδομῶν Ἰερουσαλήμ ὁ κύριος, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει·
3ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν·
4ὁ ἀριθμῶν πλήθη ἄστρων. καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
5μέγας ὁ κύριος ἡμῶν. καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
6ἀναλαμβάνων πρᾳεῖς ὁ κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
7ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει. ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ.
8τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἐτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
9καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νοσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
10Ἀλληλουιά· Ἁγγαίου καὶ Ζαχαρίου. οὐκ ἐν τῆ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
11εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσιν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.
Abrir Salmos 146 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario