1 Esdras 4

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέωςY empezó a hablar el segundo, el que había hablado de la fuerza del rey:

2Ὦ ἄνδρες, οὐχ ὑπερι σχύουσιν οἱ ἄνθραωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;«Señores, ¿no son lo más fuerte los hombres, que dominan la tierra y el mar y todo lo que hay en ellos?

3ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν.Pues el rey es más fuerte todavía, y los manda y los domina, y todo cuanto les dice lo obedecen.

4ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.Si les dice que se hagan la guerra unos a otros, la hacen; y si los envía contra los enemigos, van y arrasan montes y murallas y torres.

5φονεύουσιν καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ἐὰν προνομεύσαωσιν καὶ τὰ ἄλλα πάντα.Matan y mueren, y no traspasan la palabra del rey; y si vencen, todo se lo llevan al rey, tanto el botín como todo lo demás.

6καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.Y cuantos no van al ejército ni pelean, sino que labran la tierra, otra vez, cuando siembran y siegan, llevan la cosecha al rey; y forzándose unos a otros, le llevan los tributos al rey.

7καὶ αὐτὸς εἰ μόνος ἐστίν, ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·Y él, siendo uno solo, si dice «matad», matan; si dice «soltad», sueltan;

8εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·si dice «herid», golpean; si dice «arrasad», arrasan; si dice «edificad», edifican;

9εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν·si dice «talad», talan; si dice «plantad», plantan;

10καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.y todo su pueblo y sus ejércitos obedecen. Y con todo esto, él está recostado, come y bebe y duerme;

11αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.y ellos hacen guardia alrededor de él, y ninguno puede irse a hacer sus propias tareas, ni le desobedecen.

12ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.Señores, ¿cómo no va a ser el rey lo más fuerte, si de tal modo es obedecido?». Y calló.

13Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστιν Ζοροβαβέλ, ἤρξατο λαλεῖνY el tercero, el que había hablado de las mujeres y de la verdad —éste es Zorobabel—, empezó a hablar:

14Ἄνδρες, οὐ μέγας ὁ βασιλεύς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύεις τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων; (¹⁵)οὐχ αἱ γυναῖκες;«Señores: ¿no es grande el rey, y muchos los hombres, y fuerte el vino? ¿Quién es, pues, el que los domina, o quién el que los gobierna? ¿No son las mujeres?

15αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς·Las mujeres dieron a luz al rey y a todo el pueblo que domina el mar y la tierra;

16καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὦν ὁ οἶνος γίνεται,de ellas nacieron, y ellas criaron a los que plantaron las viñas de donde sale el vino;

17καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν.y ellas hacen los vestidos de los hombres, y ellas les dan honra a los hombres, y los hombres no pueden existir sin las mujeres.

18ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον, καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, ¹⁹καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν κέχηναν, καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.Y si juntan oro y plata y toda cosa hermosa, y ven a una sola mujer bella de figura y de rostro, dejándolo todo se quedan boquiabiertos ante ella, y con la boca abierta se la quedan mirando, y todos la prefieren a ella antes que al oro y a la plata y a cualquier cosa hermosa.

20ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐνκαταλείπει ὃς ἐξέθρεψεν αὐτὸν καὶ τὴν ἰδίαν χώραν, καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται,Un hombre abandona a su propio padre, que lo crió, y a su propia tierra, y se une a su mujer;

21καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχήν, καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν.y con la mujer entrega la vida, y no se acuerda ni del padre ni de la madre ni de la tierra.

22καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε;Y de aquí tenéis que concluir que las mujeres os dominan: ¿no os afanáis y os fatigáis, y todo se lo dais y se lo lleváis a las mujeres?

23καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν, καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς,Y toma un hombre su espada y sale a echarse al camino y a robar y a hurtar, y a navegar por el mar y por los ríos;

24καὶ τὸν λέοντα θεωρεῖ, καὶ ἐν σκότει βαδίζει· καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει.y ve al león, y anda en la oscuridad; y cuando ha robado y saqueado y desvalijado, se lo lleva a la que ama.

25καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα.Y ama el hombre a su mujer más que al padre y a la madre.

26καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας, καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς·Y muchos perdieron el juicio por causa de las mujeres, y se hicieron esclavos por ellas;

27καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας.y muchos perecieron y tropezaron y pecaron por causa de las mujeres.

28καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ;¿Y ahora no me creéis? ¿No es grande el rey en su poder? ¿No temen todas las provincias tocarlo?

29ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως,Pues yo lo vi a él y a Apame, la hija del admirable Bártaco, la concubina del rey, sentada a la derecha del rey,

30καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν αὑτῇ· καὶ ἐράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ.y quitándole la diadema de la cabeza al rey y poniéndosela ella; y le daba bofetadas al rey con la mano izquierda.

31καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν γελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπʼ αὐτόν, κολακεύει αὐτὴν ὅπως διαλλαγῇ αὐτῷ.Y con todo esto el rey se la quedaba mirando con la boca abierta; y si ella le sonreía, él reía; y si se enfadaba con él, él la halagaba para que se reconciliase con él.

32ὦ ἄνδρες, πῶς οὐκ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν;Señores, ¿cómo no van a ser fuertes las mujeres, si así se comportan?».

33καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείαςY entonces el rey y los magnates se miraban unos a otros. Y él empezó a hablar de la verdad:

34Ἄνδρες. οὐκ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανός, καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ.«Señores: ¿no son fuertes las mujeres? Grande es la tierra, y alto el cielo, y veloz en su carrera el sol, que da la vuelta por el círculo del cielo y vuelve corriendo a su propio lugar en un solo día.

35οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα.¿No es grande el que hace estas cosas? Pues también la verdad es grande, y más fuerte que todas las cosas.

36πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστιν μετʼ αὐτοῦ ἄδικον οὐθέν.Toda la tierra invoca a la verdad, y el cielo la bendice, y todas las obras se estremecen y tiemblan, y no hay en ella nada injusto.

37ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.Injusto es el vino, injusto el rey, injustas las mujeres, injustos todos los hijos de los hombres e injustas todas sus obras, todas las cosas de esa clase; y no hay en ellas verdad, y en su injusticia perecerán.

38καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Pero la verdad permanece y tiene fuerza para siempre, y vive y reina por los siglos de los siglos.

39καἰ οὐκ ἔστιν παρʼ αὐτὴν λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς,Y en ella no hay acepción de personas ni diferencias, sino que hace lo justo apartándose de todos los injustos y malvados; y todos aprueban sus obras,

40καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. καὶ αὕτη ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων· εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας.y no hay en su juicio nada injusto. Y de ella es la fuerza y el reino y el poder y la majestad de todos los siglos. ¡Bendito sea el Dios de la verdad!».

41καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.Y dejó de hablar; y entonces todo el pueblo clamó y dijo: «¡Grande es la verdad, y es lo más fuerte!».

42Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ.Entonces el rey le dijo: «Pide lo que quieras, más de lo escrito, y te lo daremos, ya que has sido hallado el más sabio; y te sentarás a mi lado, y serás llamado pariente mío».

43τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχὴν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες,Entonces él dijo al rey: «Acuérdate del voto que hiciste de edificar Jerusalén el día en que recibiste tu reino,

44καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ἰερουσαλὴμ καὶ ἐκπέμψαι ἃ ἐχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖy de enviar allá todos los vasos que fueron tomados de Jerusalén y que Ciro apartó cuando hizo voto de arrasar Babilonia, y que prometió enviar allá.

45καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰουδαῖοι, ὅτε ἐρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων.Y tú hiciste voto de reedificar el templo que quemaron los idumeos cuando Judea fue asolada por los caldeos.

46καὶνῦν τοῦτό ἐστιν ὅσα ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὁ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.Y ahora esto es lo que pido, señor rey, y esto es lo que te solicito, y ésta es la magnanimidad que espero de ti: te ruego, pues, que cumplas el voto que con tu propia boca hiciste al Rey del cielo».

47Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτόν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἰερουσαλήμ.Entonces el rey Darío se levantó y lo besó, y le escribió cartas para todos los administradores y gobernadores y generales y sátrapas, para que lo escoltasen a él y a todos los que con él subían a edificar Jerusalén.

48καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λβάνῳ καὶ ἔγραψεν ἐπιστολάς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἰερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσιν μετʼ αὐτοῦ τὴν πόλιν.Y escribió cartas a todos los gobernadores de Celesiria y Fenicia y a los del Líbano, para que transportasen madera de cedro desde el Líbano hasta Jerusalén, y para que edificasen con él la ciudad.

49καὶ ἔγραψεν πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπέρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν,Y escribió, a favor de la libertad de todos los judíos que subiesen del reino a Judea, que ningún poderoso ni sátrapa ni gobernador ni administrador se presentase a sus puertas,

50καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Χαλδαῖοι ἀφίουσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ἰουδαίων·y que toda la tierra que ocupasen quedase para ellos libre de tributo; y que los idumeos dejasen las aldeas de los judíos que tenían tomadas;

51καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι.y que para la construcción del templo se diesen cada año veinte talentos, hasta que estuviera edificado;

52καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτὰ καὶ δέκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν·y para el altar, holocaustos que se ofreciesen cada día, según el mandamiento que tienen de ofrecer diecisiete, otros diez talentos al año;

53καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.y que todos los que subiesen de Babilonia a levantar la ciudad tuviesen libertad, ellos y sus hijos, y todos los sacerdotes que subieran.

54ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.Y escribió también sobre el suministro y sobre la vestidura sacerdotal con que celebran el culto.

55καὶ τοῖς Λευείταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας ᾖ ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἰερουσαλὴμ οἰκοδομηθῆναι.Y escribió que se diera a los levitas el suministro hasta el día en que se acabase la casa y se edificase Jerusalén.

56καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.Y escribió que se diesen a todos los que guardasen la ciudad lotes de tierra y sueldos.

57καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἰερουσαλήμ.Y envió todos los vasos que Ciro había apartado de Babilonia; y todo cuanto Ciro había mandado hacer, también él mandó que se hiciese y que se enviase a Jerusalén.

58Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰερουσαλὴμ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ (59)λέγωνY cuando salió el joven, alzó el rostro al cielo, hacia Jerusalén, y bendijo al Rey del cielo diciendo:

59Παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.«De ti viene la victoria, y de ti la sabiduría, y tuya es la gloria, y yo soy siervo tuyo.

60εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.Bendito seas tú, que me diste sabiduría; y a ti te doy gracias, Señor de los padres».

61καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν.Y tomó las cartas y salió hacia Babilonia, y se lo contó todo a sus hermanos.

62καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσινY bendijeron al Dios de sus padres, porque les había dado alivio y licencia

63ἀναβῆναι καὶ οἰκοδομῆσαι Ἰερουσαλὴμ καὶ τὸ ἱερὸν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπʼ αὐτῷ· καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.para subir y edificar Jerusalén y el templo sobre el que ha sido invocado su nombre; y celebraron con música y alegría durante siete días.

Abrir 1 Esdras 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario