1 Macabeos 3

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.Y se levantó en su lugar su hijo Judas, llamado Macabeo.

2καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης.Y lo ayudaban todos sus hermanos y todos los que se habían unido a su padre, y peleaban con alegría la guerra de Israel.

3καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ· καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ· πολέμους συνεστήσατο, σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.Y él extendió la gloria de su pueblo; se vistió la coraza como un gigante y se ciñó sus armas de guerra; trabó combates, protegiendo el campamento con su espada.

4καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.Y fue como un león en sus obras, y como un cachorro que ruge sobre la presa.

5καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν·Y persiguió a los sin ley rastreándolos, y abrasó a los que perturbaban a su pueblo;

6καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.y los sin ley se encogieron de miedo ante él, y todos los obreros de la iniquidad quedaron turbados, y la salvación prosperó en su mano.

7καὶ ἐπίκρανεν βασιλεῖς πολλούς, καὶ ηὔφρανεν τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.Y amargó a muchos reyes, y alegró a Jacob con sus obras; y por siempre será su memoria una bendición.

8καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐπʼ αὐτῆς, καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ·Y recorrió las ciudades de Judá, y exterminó de ella a los impíos, y apartó de Israel la ira;

9καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς, καὶ συνήγαγεν ἀπολλυμένους.y su nombre llegó hasta el extremo de la tierra, y reunió a los que perecían.

10Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρίας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.Y Apolonio reunió gente de las naciones, y de Samaria un gran ejército, para pelear contra Israel.

11καὶ ἔγνω Ἰούδας, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον.Y lo supo Judas, y salió a su encuentro y lo derrotó y lo mató; y cayeron muchos heridos, y los demás huyeron.

12καὶ ἔλαβον τὰ σκεύη αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας, καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.Y tomaron sus despojos; y Judas se quedó con la espada de Apolonio, y con ella peleó todos sus días.

13Καὶ ἤκουσεν Σήρων, ὁ ἄρχων τῆς δυνάμεως Συρίας, ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μεθʼ αὑτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον.Y oyó Serón, jefe del ejército de Siria, que Judas había reunido una tropa y una asamblea de fieles consigo, y que salían a la guerra.

14καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα, καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ, καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ καὶ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.Y dijo: «Me haré un nombre y seré glorioso en el reino, y pelearé contra Judas y contra los suyos, los que desprecian la palabra del rey».

15καὶ προσέθετο καὶ ἀνέβη μετʼ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ, ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ.Y se le añadió, y subió con él un fuerte campamento de impíos para ayudarle a tomar venganza de los hijos de Israel.

16καὶ ἤγγισεν ἕως ἀναβάσεως Μεθωρών· καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.Y se acercó hasta la subida de Bet-Horón; y Judas salió a su encuentro con muy poca gente.

17ὡς δὲ ἴδαν τὴν παρεμβολὴν ἐρχομένην εἰς συνἀντησιν αὐτῷ, εἶπαν τῷ Ἰούδᾳ Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.Y cuando vieron el ejército que venía a su encuentro, dijeron a Judas: «¿Cómo vamos a poder pelear, siendo tan pocos, contra una multitud tan grande? Y además estamos desfallecidos, que hoy no hemos comido».

18καὶ εἶπεν Ἰούδας Εὔκοπόν ἐστιν συνκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων· καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.Y dijo Judas: «Es cosa fácil que muchos queden cercados por las manos de unos pocos; y para el Cielo no hay diferencia entre salvar con muchos o con pocos;

19ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ᾿ ἢ ἐκ τοῦ οὐρανοῦ ἰσχύς.porque la victoria en la guerra no está en la multitud del ejército, sino que la fuerza viene del Cielo.

20αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς πλήθει ὕβρεως καὶ ἀνομίας, τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς.Ellos vienen contra nosotros llenos de insolencia y de iniquidad, para acabar con nosotros y con nuestras mujeres y con nuestros hijos, y para despojarnos;

21ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.pero nosotros peleamos por nuestras vidas y por nuestras leyes.

22καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δέ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.Y él los quebrantará delante de nosotros; vosotros no les tengáis miedo».

23ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο ἐπʼ αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.Y cuando acabó de hablar, se lanzó de repente sobre ellos, y Serón y su ejército quedaron destrozados delante de él.

24καὶ ἐδίωκον αὐτοὺς ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστείμ.Y los persiguieron por la bajada de Bet-Horón hasta la llanura; y cayeron de ellos unos ochocientos hombres, y los demás huyeron a tierra de los filisteos.

25καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἡ πτόη ἔπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.Y empezó el miedo a Judas y a sus hermanos, y el espanto cayó sobre las naciones de alrededor.

26καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.Y su nombre llegó hasta el rey, y todas las naciones contaban las batallas de Judas.

27Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θμμῷ· καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα·Y cuando el rey Antíoco oyó estas noticias, se enfureció; y mandó reunir todas las fuerzas de su reino, un ejército poderosísimo.

28καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς τὸν ἐνιαυτόν· καὶ ἐνετείλατο αὐτοῖς εἰς ἐνιαυτὸν εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν.Y abrió su tesoro y dio a sus tropas la paga de un año, y les mandó que estuviesen preparados para cualquier necesidad.

29καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν· καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῆ. τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφ᾿ ἡνερῶν τῶν πρώτων.Y vio que se le había acabado la plata de los tesoros, y que los tributos del país eran escasos por la discordia y por el estrago que él mismo había causado en aquella tierra al querer abolir las costumbres que había desde los primeros días.

30καὶ εὐλαβήθὴ μὴ οὐκ ἔχει ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δα ιλῃ χειρί,Y temió no tener, como otras veces, para los gastos y para los regalos que antes repartía con mano generosa;

31καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα· καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ.y quedó muy apurado en su ánimo, y decidió ir a Persia y cobrar los tributos de aquellas regiones y reunir mucha plata.

32καὶ κατέλειπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,Y dejó a Lisias, hombre ilustre y del linaje real, al frente de los asuntos del rey desde el río Éufrates hasta los términos de Egipto,

33καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.y para que criase a Antíoco su hijo hasta que él volviese.

34καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας, καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὦν ἐβούλετο, καὶ περὶ πάντων τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ,Y le entregó la mitad de las tropas y los elefantes, y le dio instrucciones sobre todo lo que quería, y sobre los habitantes de Judea y de Jerusalén:

35ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ καὶ τὸ κατάλιμμα Ἰερουσαλήμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τοῦ τόπου,que enviase contra ellos un ejército para arrancar y acabar con la fuerza de Israel y con el resto de Jerusalén, y para borrar su memoria de aquel lugar,

36καὶ κατοικῆσαι υἱοὺς ἀλλοτρίους ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληρονομῆσαι τὴν γῆν αὐτῶν.y para establecer extranjeros en todos sus términos y repartir su tierra en suertes.

37καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας· καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχίας, ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ· καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμόν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.Y el rey tomó la otra mitad de las tropas que quedaban, y partió de Antioquía, capital de su reino, el año ciento cuarenta y siete; y pasó el río Éufrates y recorría las provincias de arriba.

38Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλὼν τοῦ βασιλέως.Y Lisias escogió a Tolomeo hijo de Dorimeno, y a Nicanor y a Gorgias, hombres poderosos de entre los amigos del rey;

39καὶ ἀπέστειλεν μετʼ αὐτῶν τεσσεράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχίλιον ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως.y envió con ellos cuarenta mil hombres y siete mil jinetes, para que fuesen a la tierra de Judá y la asolasen conforme a la palabra del rey.

40καὶ ἀπῆραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν καὶ ἦλθον· καὶ παρέβαλον· πλησίον Ἀμμαοὺν ἐν τῇ γῇ τῇ πεδινῇ.Y partieron con todo su ejército y llegaron, y acamparon cerca de Emaús, en el llano.

41καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας· καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς πταῖδας· καὶ προσεγενήθησαν πρὸς αὐτοὺς δυνάμεις Συρίας καὶ γῆς ἀλλοφύλων.Y oyeron su fama los mercaderes del país, y tomaron plata y oro en gran cantidad y grillos, y vinieron al campamento para tomar a los hijos de Israel como esclavos; y se les unieron tropas de Siria y de tierra de los filisteos.

42Καὶ ἴδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακά, καὶ αἱ δυνάμεις παρεμβαλοῦσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγναωσαν τοὺς λόγους τῆς βασιλείας οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν.Y vio Judas, y sus hermanos, que los males se habían multiplicado y que las tropas acampaban en sus términos; y conocieron las órdenes del rey, que había mandado acabar con el pueblo y exterminarlo.

43καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.Y se dijeron unos a otros: «Levantemos a nuestro pueblo de su ruina, y peleemos por nuestro pueblo y por el santuario».

44καὶ ἡθροίσθησαν ἡ συναγωγὴ τοῦ εἶναι ἐτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτειρμούς.Y se reunió la asamblea para estar preparados para la guerra, y para orar y pedir misericordia y compasión.

45καὶ Ἰερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος· οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα ἐν τοῖε ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ἰακώβ, καὶ ἐξέλειπεν αὐλὸς καὶ κινύρα.Y Jerusalén estaba deshabitada como un desierto; no había quien entrase ni saliese de los que en ella habían nacido; y el santuario estaba pisoteado, y en la ciudadela había extranjeros, que era posada de las naciones; y se había ido la alegría de Jacob, y habían cesado la flauta y la cítara.

46καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἰερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.Y se reunieron y fueron a Masfá, frente a Jerusalén, porque antes había en Masfá un lugar de oración para Israel.

47καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.Y ayunaron aquel día, y se vistieron de cilicio y se echaron ceniza en la cabeza, y rasgaron sus vestidos.

48καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὦν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματὰ τῶν εἰδώλων αὐτῶν.Y desplegaron el libro de la ley, aquello mismo que las naciones escudriñaban buscando las imágenes de sus ídolos.

49καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας·Y trajeron las vestiduras del sacerdocio y las primicias y los diezmos; y presentaron a los nazireos que habían cumplido sus días;

50καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσαρμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν ;y clamaron a voz en grito al Cielo, diciendo: «¿Qué haremos con éstos, y adónde los llevaremos?

51καὶ τὰ ἅγιά σου καταπεπάτηται καὶ βεβήλωται, καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.Tu santuario está pisoteado y profanado, y tus sacerdotes en duelo y humillación.

52καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς.Y he aquí que las naciones se han reunido contra nosotros para acabar con nosotros; tú sabes lo que traman contra nosotros.

53πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν ;¿Cómo vamos a poder resistir delante de ellos, si tú no nos ayudas?».

54καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ.Y tocaron las trompetas y clamaron a gran voz.

55Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.Y después de esto Judas nombró jefes del pueblo: jefes de mil y de cien y de cincuenta y de diez.

56καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίαν καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον.Y dijo a los que estaban construyendo casa, y a los que se habían prometido con una mujer, y a los que plantaban viñas, y a los cobardes, que se volviese cada uno a su casa conforme a la ley.

57καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενεβάλοσαν κατὰ νότου Ἀμμαούμ.Y levantó el campamento y acamparon al sur de Emaús.

58καὶ εἶπεν Ἰούδας Περιζώσασθε, καὶ γενέσθε εἰς υἱοὺς δυνατούς· καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν.Y dijo Judas: «Ceñíos y portaos como valientes; y estad preparados para mañana temprano, para pelear contra esas naciones que se han juntado contra nosotros para acabar con nosotros y con nuestro santuario;

59ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν πολέμῳ, ἢ ἐφιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων.porque más nos vale morir en la guerra que ver los males de nuestro pueblo y del santuario.

60ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.Y como sea la voluntad del Cielo, así se hará».

Abrir 1 Macabeos 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario