Isaías 45

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 45 en hebreo y español.

1Οὕτως λέγει Κύριος ὃ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὗ συγκλεισθήσονται

2Ἐγὼ ἔμπροσθεν αὑτοῦ πορεύσομαι καὶ ὅρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω,

3καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀποκρύφους, < ἀοράτους > ἀνοίζα σοι, ἵνα γνώσῃ ὅτι ἐγὼ Κύριος ὃ θεὸς ὃ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ.

4ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε· σὺ δὲ οὔκ ἔγνως με.

5ὅτι ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός· καὶ οὐκ ᾔδεισαν με,

6ἵνα γνῶσιν οἶ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἶ ἀπὸ δυσμῶν ὅτι οὒκ ἔστιν πλὴν ἐμοῦ, καὶ ὅτι ἐγὼ Κύριος ὅ θεός, καὶ οὐκ ἔστιν ἔτι,

7ἐγὼ ὃ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὃ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὅ θεὸς ὃ ποιῶν ταῦτα πάντα.

8εὐφρανθήτω ὅ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνη ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὃ κτίσας σε.

9Ποῖον βέλτιον κατεσκεύασα ὧς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; μὴ ἐρεῖ ὃ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας;

10ὁ λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί ὠδινήσεις;

11ὅτι οὕτως λέγει Κύριος ὅ θεὸς ὃ ἅγιος Ἰσραὴλ ὅ ποιήσας τὰ ἐπερχόμενα Ἑρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.

12ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.

13ἐγὰ ἤγειρα αὑτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὑτοῦ εὐθεῖαι· αὐτὸς οἰκοδομήσει πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὗ μετὰ λύτρων οὐδὲ μετὰ, δώρων, εἶπεν Κύριος σαβαώθ.

14Οὕτως λέγει Κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὃ θεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ὃ θεὸς πλὴν σοῦ.

15σὺ γὰρ εἴ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

16αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι.

17Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.

18Οὕτως λέγει Κύριος ὅ ποιήσας τὸν οὐρανόν, οὗτος ὅ θεὸς ὅ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὑτήν, οὐκ εἷς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι, Ἐγώ εἶμι, καὶ οὐκ ἔστιν ἔτι.

19οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

20συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἶ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὑκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς πρὸς θεοὺς οἳ οὔ σώζουσιν·

21εἰ ἀναγγέλλουσιν, ἐγγισάτωσαν, ἴνα γνῶμεν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὃ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ.

22ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἶ ἀπ’ ἐσχάτου τῆς γῆς· ἐγώ εἶμι ὃ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ.

23κατ᾿ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἶ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ,

24λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες αὐτούς·

25ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται καὶ πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

Abrir Isaías 45 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario