Isaías 46

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 46 en hebreo y español.

1Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ. γλυπτὰ αὐτῶν εἷς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ. καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

2καὶ πεινῶντι καὶ ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ μὴ δύνωνται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

3Ακούσατέ μου, οἶκος τοῦ Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἀπὸ παιδίου·

4ἕως γήρους ἐγώ εἶμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

5τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἶ πλανώμενοι,

6σοῖ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτόν.

7αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὗ μὴ ἀκούσῃ, ἀπὸ κακῶν οὗ μὴ σώσει αὐτόν.

8Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

9καὶ μνήσθητε τὸ. πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἶμι ὅ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,

10ἀναγγέλλων πρότερον τὸ. ἔσχατα πρὶν αὐτὸ. γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω·

11καλῶν ἀπ’ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὦν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

12ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

13ἥγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὗ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἷς δόξασμα.

Abrir Isaías 46 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario