Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 47 en hebreo y español.
1Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· εἴσελθε εἷς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.
2λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς.
3ἀνακαλυφθήσεται ἡ αἰσχύνη χύνη σου, φανήσονται οἶ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις·
4εἶπεν ὁ ῥυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ.
5κάθισον κατανενυγμένη, εἴσελθε εἷς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.
6παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα,
7καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὸ. ἔσχατα.
8Νῦν δὲ ἄκουσον ταῦτα, ἡ τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἐτέρα, οὗ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν. νῦν δὲ ἥξει ἐξέφνης τὸ.
9δύο ταῦτα ἐν μιᾷ χηρία καὶ ἀτεκνία, ἥξει ἐξέφνης ἐπὶ σέ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύι. τῶν ἐπαοιδῶν σου σφόδρα,
10τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἴπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι ὅτι ἢ σύνεσις τούτων καὶ ἦ πορνεία σου ἔσται σοι αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
11καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὗ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξέφνης ἀπώλεια καὶ οὐ μὴ γνῷς.
12στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, εἳ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσει ὠφεληθῆναι.
13κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.
14ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ· οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ’ αὐτούς.
15οὓτοι ἔσονταί σοι βοήθεια· ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἅνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη· σοὶ δὲ οὐκ ἔσται σωτηρία.
Abrir Isaías 47 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario