Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 18 en hebreo y español.
1῾Υπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει
2Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.
3διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
4κέχρηταί σοι ὀργή. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
5καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.
6τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.
7θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
8ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. ἐν δικτύῳ ἑλιχθείη.
9ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες. κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.
10κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.
11κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,
12πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
13βραωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
14ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
15κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
16ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
17τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω·
18ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.
19οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
20ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.
21οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.
Abrir Job 18 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario