Job 8

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Job 8 en hebreo y español.

1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχείκτης λέγει

2Μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου.

3μὴ ὁ κύριος ἀδικήσει κρίννν; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαωων;

4εἰ οἱ υἱοί σου ἥμαρτον ἐνανπίον αὐτοῦ, ἀπέσπειεν ἐν χειρὶ ἀνομίς αὐτῶν.

5σὺ δὲ ὄρθριζε πρὸς Κύρων Παντοκράτορα δεόμενος.

6εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσενς ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνηπ·

7ἔσται οὗν τὰ μέν πρῶτά σου ὀλίγα, τὸ δὲ ἔσχατά σου ἀμύθητα.

8ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·

9χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βὰὡς.

10ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελονσιν, καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα ;

11μὴ θάλλει πάπυρος ἄνευ ὕδατος; ἢ ὑψανθήσεται βάύτομον ἄνευ πότου;

12ἔτι ὃν ἐπὶ ῥίζης. καὶ οὐ μὴ θερωρθῆ πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;

13οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρὰυ· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεἰται.

14ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.

15ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·

16ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῤάδαμνος αὐτοῦ ἐξελεύσεται.

17ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.

18ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑόρακας τοιαῦτα.

19ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει

20ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.

21ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·

22οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην. δἰαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται

Abrir Job 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario