Judit 2

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνός, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν.Y el año dieciocho, el día veintidós del mes primero, hubo consejo en la casa de Nabucodonosor, rey de los asirios, para tomar venganza de toda la tierra, como había dicho.

2καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ, καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·Y convocó a todos sus siervos y a todos sus magnates, y puso ante ellos el secreto de su designio, y con su propia boca dio por consumada toda la maldad de la tierra;

3καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.y ellos determinaron destruir a todo el que no hubiese seguido la palabra de su boca.

4καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσὸρ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτάν, (⁵α)καὶ εἶπεν πρὸς αὐτόνY cuando acabó de tomar su acuerdo, llamó Nabucodonosor, rey de los asirios, a Holofernes, general en jefe de su ejército, que era el segundo después de él, y le dijo:

5Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδας δέκα δύο,«Así dice el gran rey, el señor de toda la tierra: He aquí, tú saldrás de mi presencia y tomarás contigo hombres seguros de su fuerza, ciento veinte mil de a pie y una multitud de caballos con sus jinetes, doce mil.

6καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·Y saldrás al encuentro de toda la tierra del occidente, porque desobedecieron la palabra de mi boca;

7καὶ ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτούς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου, καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς·y les mandarás preparar tierra y agua, porque saldré con mi furor contra ellos y cubriré toda la faz de la tierra con los pies de mi ejército, y los entregaré a ellos como botín.

8καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν καὶ τοὺς χειμάρρους, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·Y sus heridos llenarán sus barrancos y sus torrentes, y el río se desbordará lleno de sus muertos;

9καὶ ἄξω τὴν αἰχμαλαωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.y llevaré cautivos a los suyos hasta los extremos de toda la tierra.

10σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσίν σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν·Tú, pues, sal y tómame de antemano todo su territorio; y los que se te entreguen, guárdamelos para el día de su castigo.

11ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.Pero con los rebeldes no perdone tu ojo: entrégalos a la muerte y al saqueo por toda tu tierra.

12ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου.Porque, vivo yo y por el poder de mi reino, lo he dicho y lo haré con mi mano.

13καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.Y tú no traspases ni una sola de las palabras de tu señor, sino cúmplelas del todo, tal como te lo he mandado, y no tardes en hacerlas».

14Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσούρ,Y salió Holofernes de la presencia de su señor, y llamó a todos los príncipes y a los generales y a los jefes del ejército de Asur,

15καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,y contó hombres escogidos para la batalla, como se lo había mandado su señor, ciento veinte mil, y doce mil arqueros de a caballo,

16καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.y los ordenó del modo en que se forma una multitud para la guerra.

17καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὦν οὐκ ἦν ἀριθμός,Y tomó camellos y asnos y mulos para su impedimenta, una muchedumbre grandísima, y ovejas y bueyes y cabras para su abastecimiento, sin número,

18καὶ ἐπισιτισμὸ παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως σφόδρα.y provisiones en abundancia para cada hombre, y oro y plata de la casa del rey, muchísimo.

19καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσὸρ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἄρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.Y salió él y todo su ejército en marcha, para ir delante del rey Nabucodonosor y cubrir toda la faz de la tierra hacia el occidente con carros y jinetes y sus soldados de a pie escogidos.

20καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.Y salió con ellos una gran mezcolanza de gente, como langosta y como la arena de la tierra, porque no había número por la multitud de ellos.

21καὶ ἐπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτειλαίθ, καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βαικτειλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ τῆς ἄνω Κιλικίας.Y salieron de Nínive camino de tres días hacia la llanura de Bectileth, y acamparon desde Bectileth cerca del monte que está a la izquierda de la alta Cilicia.

22καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἄρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρινήν.Y tomó todo su ejército, los de a pie y los jinetes y sus carros, y se fue de allí a la montaña.

23καὶ διέκοψεν τὸ Φοὺδ καὶ Λούδ, καὶ ἐπρονόμευσαν υἱοὺς πάντας Ῥασσεὶς καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χαλδαίων.Y destrozó a Fud y a Lud, y saquearon a todos los hijos de Raséis y a los hijos de Ismael, los que están frente al desierto, al sur de la tierra de los caldeos.

24καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν, καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Ἀβρωνά ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.Y pasó el Éufrates y atravesó la Mesopotamia, y derribó todas las ciudades altas que están sobre el torrente Abroná, hasta llegar al mar.

25καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας, καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ, καὶ ᾖλ. θεν ἕως ὁρίων Ἰάφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.Y ocupó los términos de Cilicia, y destrozó a todos los que se le opusieron, y llegó hasta los términos de Jafet, los del sur, frente a Arabia.

26καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιάμ, καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν, καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν.Y rodeó a todos los hijos de Madián, y quemó sus tiendas y saqueó sus apriscos.

27καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν, τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμόν, καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν, καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας.Y bajó a la llanura de Damasco en los días de la siega del trigo, y quemó todos sus campos, y entregó al exterminio los rebaños y las vacadas, y despojó sus ciudades y arrasó sus llanuras, e hirió a todos sus jóvenes a filo de espada.

28Καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ, καὶ τοὺς κατοικοῦντας Ἀσσοὺρ καὶ Ὀκεινά, καὶ πάντας τοὺς κατοικοῦντας Ἰεμνάαν, καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα.Y cayó el miedo y el temblor de él sobre los que habitaban la costa, los que estaban en Sidón y en Tiro, y sobre los que habitaban Sur y Ocina, y sobre todos los que habitaban Jamnia; y los que habitaban en Azoto y en Ascalón le temieron sobremanera.

Abrir Judit 2 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario